Ιερός Μητροπολιτιικός Ναός Αγίου Βασιλείου Τριπόλεως

ΚΥΡΙΑΚΗ ΒΑΙΩΝ ΕΣΠΕΡΑΣ ΑΚΟΛΟΥΘΙΑ ΝΥΜΦΙΟΥ ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ



Τῆ ἁγία καί μεγάλη Δευτέρα

Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῶ μέσῳ τῆς νυκτός·

 καί μακάριος ὁ δοῦλος, ὅν εὐρήσει γρηγοροῦντα·

ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ραθυμοῦντα.

Βλέπε οὖν ψυχή μου, μή τῶ ὕπνω κατενεχθῆς,

 ἵνα μή τῶ θανάτω παραδοθῆς,

καί τῆς βασιλείας ἔξω κλεισθῆς·

ἀλλά ἀνάνηψον κράζουσα·

Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός·

διά τῆς Θεοτόκου ἐλέησον ἠμᾶς.

 

Ἀπό τῆς σήμερον ἄρχονται τά ἅγια πάθη τοῦ Σωτῆμος ἡμῶν·  καί πρῶτον πάντων λαμβάνεται εἰς τύπον αὐτοῦ Ἰωσήφ ὁ πάγκαλος.

Ἦν δέ οὗτος υἱός τοῦ Ἰακώβ ἑνδέ­κατος· ὅστις φθονηθείς ὑπό τῶν ἰδίων ἀδελφῶν καί εἰς λάκκον βληθείς, εἶτα πωληθεῖς εἰς ἀλλοφύλους, καί ὑπ' ἐκείνων πάλιν εἰς Αἴγυπτον, καί διά τήν σωφροσύνην αὐτοῦ συκοφαντηθείς καί εἰς φυλακήν καταδικασθείς, καί τελευταῖον ἐξαχθείς ἐκεῖθεν μετά δόξης πολλῆς καί τι­μηθείς ὡς βασιλεύς, καί γενόμενος κύριος πάσης γῆς Αἰγύπτου καί σιτοδότης παντός τοῦ λαοῦ, διά τούτων πάντων ἐτύπωσεν εἰς ἑαυτόν τά πάθη καί τήν μετά ταῦτα δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Εἰς τήν μνήμην ταύτην τοῦ Ἰωσήφ ἐπισυνάπτεται καί ἠ ἱστορία τῆς ὑπό τοῦ Κυρίου, κατά τήν σήμερον τό πρωί, ιθ΄ Μαρτίου, καταραθείσης καί ξηρανθείσης συκῆς διά τήν ἑαυτῆς ἀκαρπίαν.

Εἰκόνιζε δέ αὕτη  τῶν Ἰουδαίων τήν συναγωγήν, ἥτις, μή ἕχουσα τόν ἀπαιτούμενον καρπόν τῆς ἀρετῆς καί εὐσεβείας, ἐγυμνώθη πάσης χάριτος πνευματικῆς διά τῆς κατάρας.

 

                                                                                                                        + π. Ι. Σ

 


Απαλλαγμένο από ιούς. www.avast.com