Ιερός Μητροπολιτιικός Ναός Αγίου Βασιλείου Τριπόλεως

Ἡ Ἁγία καί μεγάλη Τετάρτη


Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας,

δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα,

ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι,

πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας,

ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς,

τῶν ὀφλημάτων κράζοντι Σωτήρ

. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.

 

Τροπάριο της Κασσιανής

 

Κύριε,  ν πολλας μαρτίαις περιπεσοσα γυνή,

τν σν ασθομένη θεότητα, μυροφόρου ναλαβοσα τάξιν,

δυρομένη, μύρα σοι, πρ τονταφιασμο κομίζει.

Ομοι! λέγουσα, τι νύξ μοι πάρχει, οστρος κολασίας,

ζοφώδης τε κα σέληνος ρως τς μαρτίας.

Δέξαι μου τς πηγς τν δακρύων,

 νεφέλαις διεξάγων τς θαλάσσης τ δωρ

κάμφθητί μοι πρς τος στεναγμος τς καρδίας,

 κλίνας τος ορανος τφάτ σου κενώσει.

Καταφιλήσω τος χράντους σου πόδας,

ποσμήξω τούτους δ πάλιν τος τς κεφαλς μου βοστρύχοις ν ν τ παραδείσ Εα τδειλινόν,

κρότον τος σν χηθεσα, τφόβ κρύβη.

μαρτιν μου τ πλήθη κακριμάτων σου βύσσους

τίς ξιχνιάσει, ψυχοσστα Σωτήρ μου;

Μή με τν σν δούλην παρίδς,  μέτρητον χων τ λεος.

 

 

Ἡ Ἁγία καί μεγάλη Τετάρτη

 

Δυό γυναῖκες, λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἑρμηνευταί, ἤλειψαν τόν Κύριον μύρω, ἡ  μέν πολύν καιρόν πρό τοῦ πάθους αὐτοῦ, ἡ δέ πρό ὀλίγων ἡμερῶν καί ἡ μέν ὑπῆρχε πόρνη καί ἁμαρτωλή, ἡ δέ σώφρων καί ἐνάρετος. Τοῦ εὐλαβοῦς τούτου ἔργου τήν μνήμην ἐπιτελοῦσα σήμερον ἡ Ἐκκλη­σία, καί εἰς τό πρόσωπον τῆς πόρνης αὐτό ἀναφέρουσα, συναναφέρει ἐνταυτῶ  καί τήν προδοσίαν τοῦ Ἰούδα, ἅπερ ἀμφότερα ἐπράχθησαν, κατά τήν ἱστορικήν του Ματθαίου σειράν, δυό ἡμέρας πρό τοῦ νομικοῦ πάσχα, Μαρτίου κα ΄, ἡμερα Τετράδι τῆς ἑβδομάδος.

Ἡ γυνή λοιπόν ἐκείνη ἤλειψε διά τοῦ μύρου τήν κε­φαλήν καί τούς πόδας τοῦ Ἰησοῦ καί διά τῶν τριχῶν τῆς κεφαλῆς αὑτῆς ἀπεσπόγγισεν αὐτούς.

 Τό πολύτιμον ἐκεῖνο μῦρον ἔξετιμήθη 300 δηνάρια, ἤ περίπου 15 φλωρία βενετι­κά. 

Ἐκ τῶν μαθητῶν ἐξόχως ὁ φιλάργυροα Ἰούδας σκανδαλίζεται, τάχα διά τήν ἀπώλειαν τοιούτου μύρου. 

Ὁ  Ἴησοῦς ἐπιπλήττει αὐτόν, ἵνα μή ἐνοχλῆ τήν γυναῖκα καί ὁ Ἰούδας ἀγανακτῶν πορεύεται πρός τούς ἀρχιερεῖς, σύνηγμένους εἰς τήν αὐλην τοῦ Καϊάφα καί συμβουλευόμε­νους ἤδη κατά τοῦ 'Ιησοῦ καί συμφωνήσας μετ' αὐτῶν τήν προδοσίαν τοῦ διδασκάλου διά τριάκοντα ἀργύρια, ἀπό τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτόν παραδῶ. Ἕνεκα τούτου  ἐλαβεν  ἀρχήν  ἀπ' αὐτῶν  τῶν ἀποστολικῶν χρόνων ἡ νηστεία τῆς Τετράδος.

                                             + π.Ι.Σ










 

Απαλλαγμένο από ιούς. www.avast.com